Ἐνταῦθα λέγουσιν ὅτι Ἀτροπάτης ὁ τῆς Μηδίας σατράπης γυναῖκας ἑκατὸν αὐτῷ ἔδωκεν, ταύτας φάσκων εἶναι τῶν Ἀμαζόνων, καὶ ταύτας σκευῇ ἀνδρῶν ἱππέων ἐσταλμένας, πλήν γε δὴ ὅτι πελέκεις ἀντὶ δοράτων ἐφόρουν καὶ ἀντὶ ἀσπίδων πέλτας· οἱ δὲ καὶ τὸν μαστὸν λέγουσιν ὅτι μείονα εἶχον τὸν δεξιόν, ὃν δὴ καὶ ἔξω εἶχον ἐν ταῖς μάχαις. ταύτας μὲν δὴ ἀπαλλάξαι τῆς στρατιᾶς Ἀλέξανδρον, μή τι νεωτερισθείη κατ᾽ αὐτὰς ἐς ὕβριν πρὸς τῶν Μακεδόνων ἢ βαρβάρων· κελεῦσαι δὲ ἀπαγγεῖλαι πρὸς τὴν βασίλισσαν σφῶν ὅτι αὐτὸς ἥξει πρὸς αὐτὴν παιδοποιησόμενος.
(Arrian, Anabasis Alexandrou 7.13.2-3)
There they say that Atropates the satrap of Media handed over to him a hundred women, saying that they were of the Amasons ; they were equipped like cavalry troopers, except that they carried axes
instead of spears, and small targets instead of shields. Some say that they had the right breast smaller, and that this was uncovered in battle. Alexander sent them away from the army, lest they should
meet any roughness from the Macedonians or foreign troops; but he bade them announce to their queen that he was coming to see her in hope of offspring. (tr. Ernest Iliff Robson)