Λακεδαιμονίων δὲ καὶ Θεσπιέων τοιούτων γενομένων ὅμως λέγεται ἀνὴρ ἄριστος γενέσθαι Σπαρτιήτης Διηνέκης· τὸν τόδε φασὶ εἰπεῖν τὸ ἔπος πρὶν ἢ συμμεῖξαί σφεας τοῖσι Μήδοισι, πυθόμενον πρός τευ τῶν Τρηχινίων ὡς ἐπεὰν οἱ βάρβαροι ἀπίωσι τὰ τοξεύματα, τὸν ἥλιον ὑπὸ τοῦ πλήθεος τῶν ὀϊστῶν ἀποκρύπτουσι· τοσοῦτο πλῆθος αὐτῶν εἶναι· τὸν δὲ οὐκ ἐκπλαγέντα τούτοισι εἰπεῖν, ἐν ἀλογίῃ ποιεύμενον τὸ τῶν Μήδων πλῆθος, ὡς πάντα σφι ἀγαθὰ ὁ Τρηχίνιος ξεῖνος ἀγγέλλοι, εἰ ἀποκρυπτόντων τῶν Μήδων τὸν ἥλιον ὑπὸ σκιῇ ἔσοιτο πρὸς αὐτοὺς ἡ μάχη καὶ οὐκ ἐν ἡλίῳ.
(Herodotus, Hist. 7.226)
Such were the proofs of valour given by the Lacedemonians and Thespians; yet the Spartan Dienekes is said to have proved himself the best man of all, the same who, as they report, uttered this saying before they engaged battle with the Medes:—being informed by one of the men of Trachis that when the Barbarians discharged their arrows they obscured the light of the sun by the multitude of the arrows, so great was the number of their host. He was not dismayed by this, but making small account of the number of the Medes, he said that their guest from Trachis brought them very good news, for if the Medes obscured the light of the sun, the battle against them would be in the shade and not in the sun. (tr. George Campbell Macaulay, revised by Donald Lateiner)